Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.210 Joseph. AJ 19.215 (English) >>Joseph. AJ 19.220

19.213μέτριον γὰρ ἰδιώτης ὢν ἦγεν αὑτὸν καὶ τοῖς πᾶσιν ἀρκῶν ἦν, παιδείᾳ τε συνιὼν καὶ μάλιστα τῇ Ἑλληνίδι καὶ παντὸς τοῦ εἰς θόρυβον ἀνακειμένου παντοίως ἀπαλλάσσων αὑτόν. 19.214τότε δὲ πτοίας κατειληφυίας τὸν ὄχλον καὶ τοῦ βασιλείου παντὸς στρατιωτικῆς μανίας ἀνάπλεω γεγονότος καὶ δειλίας καὶ ἀταξίας ἰδιωτῶν οἷον ἀπειληφότων σωματοφυλάκων, οἱ περὶ τὸ στρατηγικὸν καλούμενον, ὅπερ ἐστὶ τῆς στρατιᾶς καθαρώτατον, ἐν βουλῇ περὶ τοῖς πρακτέοις ἦσαν, ὅσοι δὲ καὶ παρετύγχανον, τὴν μὲν Γαΐου τιμωρίαν ἐν ὀλίγῳ τιθέμενοι διὰ τὸ κατὰ δίκην αὐτῷ τὰς τύχας συνελθεῖν, 19.215τὰ δὲ περὶ αὐτοὺς ἀνεσκοποῦντο μᾶλλον ὃν τρόπον σχήσοι καλῶς καὶ τῶν Γερμανῶν τε ἐν τιμωρίαις τῶν σφαγέων ὄντων ὠμότητος χάριτι τῆς ἑαυτῶν μᾶλλον τοῦ συμφέροντος τοῖς πᾶσιν. 19.216ὑφʼ ὧν ἁπάντων Κλαύδιος ἐθορυβεῖτο δεδιὼς περὶ τῆς σωτηρίας, ἄλλως τʼ ἐπειδὴ καὶ τῶν περὶ τὸν Ἀσπρήναν ἐτεθέατο τὰς κεφαλὰς παραφερομένας· εἱστήκει δὲ κατά τι προσβατὸν ὀλίγαις βαθμῖσι χωρίον ὑπεσταλκὼς τῷ κατʼ αὐτὸ σκότῳ. 19.217καὶ Γρᾶτος τῶν περὶ τὸ βασίλειόν τις στρατιωτῶν θεασάμενος καὶ τοῦ μὲν ἀκριβωσομένου τὴν ὄψιν ἀμαθὴς ὢν διὰ τὸν σκότον, τοῦ δὲ ἄνθρωπον εἶναι τὸν ὑπολοχῶντα κριτὴς εἶναι μὴ ἀπηλλαγμένος, προσῄει τε ἐγγύτερον καὶ ὑποχωρεῖν ἠξιωκότος ἐπέκειτο καὶ καταλαβὼν ἐπιγνωρίζειΓερμανικὸς μὲν οὗτος, φησὶν πρὸς τοὺς ἑπομένους, καὶ στησώμεθα τοῦτον ἡγεμόνα φερόμενοι.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.210 Joseph. AJ 19.215 (English) >>Joseph. AJ 19.220

Powered by PhiloLogic